Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 6.67.2 Hdt. 6.69.1 (English) >>Hdt. 6.69.5

6.68.2 Λευτυχίδης μὲν γὰρ ἔφη ἐν τοῖσι νείκεσι λέγων κυέουσάν σε ἐκ τοῦ προτέρου ἀνδρὸς οὕτω ἐλθεῖν παρὰ Ἀρίστωνα· οἱ δὲ καὶ τὸν ματαιότερον λόγον λέγοντες φασί σε ἐλθεῖν παρὰ τῶν οἰκετέων τὸν ὀνοφορβόν, καὶ ἐμὲ ἐκείνου εἶναι παῖδα. 6.68.3 ἐγώ σε ὦν μετέρχομαι τῶν θεῶν εἰπεῖν τὠληθές· οὔτε γάρ, εἴ περ πεποίηκάς τι τῶν λεγομένων, μούνη δὴ πεποίηκας, μετὰ πολλέων δέ· τε λόγος πολλὸς ἐν Σπάρτῃ ὡς Ἀρίστωνι σπέρμα παιδοποιὸν οὐκ ἐνῆν· τεκεῖν γὰρ ἄν οἱ καὶ τὰς προτέρας γυναῖκας.”

ch. 69 6.69.1 μὲν δὴ τοιαῦτα ἔλεγε, δὲ ἀμείβετο τοισίδε· “ παῖ, ἐπείτε με λιτῇσι μετέρχεαι εἰπεῖν τὴν ἀληθείην, πᾶν ἐς σὲ κατειρήσεται τὠληθές. ὥς με ἠγάγετο Ἀρίστων ἐς ἑωυτοῦ, νυκτὶ τρίτῃ ἀπὸ τῆς πρώτης ἦλθέ μοι φάσμα εἰδόμενον Ἀρίστωνι, συνευνηθὲν δὲ τοὺς στεφάνους τοὺς εἶχε ἐμοὶ περιετίθεε. 6.69.2 καὶ τὸ μὲν οἰχώκεε, ἧκε δὲ μετὰ ταῦτα Ἀρίστων. ὡς δέ με εἶδε ἔχουσαν στεφάνους, εἰρώτα τίς εἴη μοι δούς· ἐγὼ δὲ ἐφάμην ἐκεῖνον, δὲ οὐκ ὑπεδέκετο. ἐγὼ δὲ κατωμνύμην φαμένη αὐτὸν οὐ ποιέειν καλῶς ἀπαρνεόμενον· ὀλίγῳ γὰρ τι πρότερον ἐλθόντα καὶ συνευνηθέντα δοῦναί μοι τοὺς στεφάνους. 6.69.3 ὁρέων δέ με κατομνυμένην Ἀρίστων ἔμαθε ὡς θεῖον εἴη τὸ πρῆγμα. καὶ τοῦτο μὲν οἱ στέφανοι ἐφάνησαν ἐόντες ἐκ τοῦ ἡρωίου τοῦ παρὰ τῇσι θύρῃσι τῇσι αὐλείῃσι ἱδρυμένου, τὸ καλέουσι Ἀστροβάκου, τοῦτο δὲ οἱ μάντιες τὸν αὐτὸν τοῦτον ἥρωα ἀναίρεον εἶναι.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 6.67.2 Hdt. 6.69.1 (English) >>Hdt. 6.69.5

Powered by PhiloLogic